 |
ΨΑΛΜΟΙ ΣΟΛΟΜΩΝΤΟΣ 15 | | PSAUMES DE SALOMON 15 |
 |
|
1 |
t Ψαλμὸς τῷ Σαλωμων μετὰ ᾠδῆς. | | A Psalm. Of Solomon. With a Song. | 1 |
|
1 |
Ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα κυρίου, εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ιακωβ καὶ ἐσώθην· ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ, ὁ θεός. | | When I was in distress I called upon the name of the Lord, I hoped for the help of the God of Jacob and was saved ; For the hope and refuge of the poor art Thou, O God. | 1 |
|
2 |
τίς γὰρ ἰσχύει, ὁ θεός, εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ; καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ ἐξομολογήσασθαι τῷ ὀνό ματί σου; | | For who, O God, is strong except to give thanks unto Thee in truth ? And wherein is a man powerful except in giving thanks to Thy name ? | 2 |
|
3 |
ψαλμὸν καινὸν μετὰ ᾠδῆς ἐν εὐφροσύνῃ καρδίας, καρπὸν χειλέων ἐν ὀργάνῳ ἡρμοσμένῳ γλώσσης, ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας, | | A new psalm with song in gladness of heart, The fruit of the lips with the well-tuned instrument of the tongue, The firstfruits of the lips from a pious and righteous heart. | 3 |
|
4 |
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ, φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ, | | He that offereth these things shall never be shaken by evil ; The flame of fire and the wrath against the unrighteous shall not touch him, | 4 |
|
5 |
ὅταν ἐξέλθῃ ἐπὶ ἁμαρτωλοὺς ἀπὸ προσώπου κυρίου ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν· | | When it goeth forth from the face of the Lord against sinners, To destroy all the substance of sinners, | 5 |
|
6 |
ὅτι τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν. | | For the mark of God is upon the righteous that they may be saved.
| 6 |
|
7 |
Λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν, φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων· | | Famine and sword and pestilence (shall be) far from the righteous, For they shall flee away from the pious as men pursued in war ; | 7 |
|
8 |
καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται, καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου· | | But they shall pursue sinners and overtake (them), And they that do lawlessness shall not escape the judgment of God ; | 8 |
|
9 |
ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται, τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν. | | As by enemies experienced (in war) shall they be overtaken, For the mark of destruction is upon their forehead. | 9 |
|
10 |
καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος, καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω. | | And the inheritance of sinners is destruction and darkness, And their iniquities shall pursue them unto Sheol beneath. | 10 |
|
11 |
ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν, αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν· | | Their inheritance shall not be found of their children, For sins shall lay waste the houses of sinners. | 11 |
|
12 |
καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρᾳ κρίσεως κυρίου εἰς τὸν αἰῶνα, ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτοῦ· | | And sinners shall perish for ever in the day of the Lord's judgment, When God visiteth the earth with His judgment. | 12 |
|
13 |
οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν· καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον. | | But they that fear the Lord shall find mercy therein, And shall live by the compassion of their God ; But sinners shall perish for ever. | 13 |
 | |  |