 |
ΨΑΛΜΟΙ 7 | | PSAUMES 7 |
 |
|
1 |
Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι. | | A Psalm of David, which he sang to the Lord because of the words of Chusi the Benjamite. | 1 |
|
2 |
Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, | | O Lord my God, in thee have I trusted: save me from all them that persecute me, and deliver me. | 2 |
|
3 |
μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. | | Lest at any time the enemy seize my soul as a lion, while there is none to ransom, nor to save. | 3 |
|
4 |
κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσίν μου, | | O Lord my God, if I have done this ; (if there is unrighteousness in my hands ; | 4 |
|
5 |
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός, | | if I have requited with evil those who requited me with good ; may I then perish empty by means of my enemies. | 5 |
|
6 |
καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα. | | Let the enemy persecute my soul, an take it ; and let him trample my life on the ground, and lay my glory in the dust. Pause. | 6 |
|
7 |
ἀνάστηθι, κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, | | Arise, O Lord, in thy wrath ; be exalted in the utmost boundaries of mine enemies: awake, O Lord my God, according to the decree which thou didst command. | 7 |
|
8 |
καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. | | And the congregation of the nations shall compass thee: and for this cause do thou return on high. | 8 |
|
9 |
κύριος κρινεῖ λαούς· κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ ἐμοί. | | The Lord shall judge the nations: judge me, O Lord, according to my righteousness, and according to my innocence that is in me. | 9 |
|
10 |
συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον· ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός. | | Oh let the wickedness of sinners come to an end ; and then thou shalt direct the righteous, O God that searchest the hearts and reins. | 10 |
|
11 |
δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. | | My help is righteous, coming from God who saves the upright in heart. | 11 |
|
12 |
ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ ἑκάστην ἡμέραν. | | God is a righteous judge, and strong, and patient, not inflicting vengeance every day. | 12 |
|
13 |
ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ | | If ye will not repent, he will furbish his sword ; he has bent his bow, and made it ready. | 13 |
|
14 |
καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. | | And on it he has fitted the instruments of death ; he has completed his arrows for the raging ones. | 14 |
|
15 |
ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν· | | Behold, he has travailed with unrighteousness, he has conceived trouble, and brought forth iniquity. | 15 |
|
16 |
λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· | | He has opened a pit, and dug it up, and he shall fall into the ditch which he has made. | 16 |
|
17 |
ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. | | His trouble shall return on his own head, and his unrighteousness shall come down on his own crown. | 17 |
|
18 |
ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. | | I will give thanks to the Lord according to his righteousness ; I will sing to the name of the Lord most high. | 18 |
 | |  |