 |
ΨΑΛΜΟΙ 64 | | PSAUMES 64 |
 |
|
1 |
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. | | For the end, a Psalm and Song of David. From the word of Jeremiah and Ezekiel on the captivity, when they were about to come out. | 1 |
|
2 |
Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ. | | Praise becomes thee, O God, in Sion ; and to thee shall the vow be performed. | 2 |
|
3 |
εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. | | Hear my prayer ; to thee all flesh shall come. | 3 |
|
4 |
λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. | | The words of transgressors have overpowered us ; but do thou pardon our sins. | 4 |
|
5 |
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. | | Blessed is he whom thou hast chosen and adopted ; he shall dwell in thy courts ; we shall be filled with the good things of thy house ; thy temple is holy. | 5 |
|
6 |
ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν, | | Thou art wonderful in righteousness. Hearken to us, O God our Saviour ; the hope of all the ends of the earth, and of them that are on the sea afar off: | 6 |
|
7 |
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, | | who dost establish the mountains in thy strength, being girded about with power ; | 7 |
|
8 |
ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, | | who troublest the depth of the sea, the sounds of its waves. | 8 |
|
9 |
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν ση μείων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. | | The nations shall be troubled, and they that inhabit the ends of the earth shall be afraid of thy signs ; thou wilt cause the outgoings of morning and evening to rejoice. | 9 |
|
10 |
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. | | Thou hast visited the earth, and saturated it ; thou hast abundantly enriched it. The river of God is filled with water ; thou hast prepared their food, for thus is the preparation of it. | 10 |
|
11 |
τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. | | Saturate her furrows, multiply her fruits ; the crop springing up shall rejoice in its drops. | 11 |
|
12 |
εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· | | Thou wilt bless the crown of the year because of thy goodness ; and thy plains shall be filled with fatness. | 12 |
|
13 |
πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. | | The mountains of the wilderness shall be enriched ; and the hills shall gird themselves with joy. | 13 |
|
14 |
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. | | The rams of the flock are clothed with wool, and the valleys shall abound in corn ; they shall cry aloud, yea they shall sing hymns. | 14 |
 | |  |