 |
ΨΑΛΜΟΙ 54 | | PSAUMES 54 |
 |
|
1 |
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ. | | For the end, among Hymns of instruction by David. | 1 |
|
2 |
Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, | | Hearken, O God, to my prayer ; and disregard not my supplication. | 2 |
|
3 |
πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην | | Attend to me, and hearken to me: I was grieved in my meditation, and troubled ; | 3 |
|
4 |
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. | | because of the voice of the enemy, and because of the oppression of the sinner: for they brought iniquity against me, and were wrathfully angry with me. | 4 |
|
5 |
ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ ἐμέ· | | My heart was troubled within me ; and the fear of death fell upon me. | 5 |
|
6 |
φόβος καὶ τρόμος ἦλθεν ἐπ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. | | Fear and trembling came upon me, and darkness covered me. | 6 |
|
7 |
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; | | And I said, O that I had wings as those of a dove ! then would I flee away, and be at rest. | 7 |
|
8 |
ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα. | | Lo ! I have fled afar off, and lodged in the wilderness. Pause. | 8 |
|
9 |
προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. | | I waited for him that should deliver me from distress of spirit and tempest. | 9 |
|
10 |
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. | | Destroy, O Lord, and divide their tongues: for I have seen iniquity and gain saying in the city. | 10 |
|
11 |
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, | | Day and night he shall go round about it upon its walls: iniquity and sorrow and unrighteousness are in the midst of it ; | 11 |
|
12 |
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. | | and usury and craft have not failed from its streets. | 12 |
|
13 |
ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ αὐτοῦ. | | For if an enemy had reproached me, I would have endured it ; and if one who hated me had spoken vauntingly against me, I would have hid myself from him. | 13 |
|
14 |
σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, | | But thou, O man like minded, my guide, and my acquaintance, | 14 |
|
15 |
ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ· | | who in companionship with me sweetened our food: we walked in the house of God in concord. | 15 |
|
16 |
ἐλθέτω θάνατος ἐπ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. | | Let death come upon them, and let them go down alive into Hades, for iniquity is in their dwellings, in the midst of them. | 16 |
|
17 |
ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου. | | I cried to God, and the Lord hearkened to me. | 17 |
|
18 |
ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι· ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. | | Evening, and morning, and at noon I will declare and make known my wants: and he shall hear my voice. | 18 |
|
19 |
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. | | He shall deliver my soul in peace from them that draw nigh to me: for they were with me in many cases. | 19 |
|
20 |
εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν. | | God shall hear, and bring them low, even he that has existed from eternity. Pause. For they suffer no reverse, and therefore they have not feared God. | 20 |
|
21 |
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. | | He has reached forth his hand for retribution ; they have profaned his covenant. | 21 |
|
22 |
διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες. | | They were scattered at the anger of his countenance, and his heart drew nigh them. His words were smoother than oil, yet are they darts. | 22 |
|
23 |
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δια θρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. | | Cast thy care upon the Lord, and he shall sustain thee ; he shall never suffer the righteous to be moved. | 23 |
|
24 |
σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν. ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε. | | But thou, O God, shalt bring them down to the pit of destruction ; bloody and crafty men shall not live out half their days ; but I will hope in thee, O Lord. | 24 |
 | |  |