 |
ΨΑΛΜΟΙ 45 | | PSAUMES 45 |
 |
|
1 |
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός. | | For the end, for the sons of Core ; a Psalm concerning secret things. | 1 |
|
2 |
Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. | | God is our refuge and strength, a help in the afflictions that have come heavily upon us. | 2 |
|
3 |
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. | | Therefore will we not fear when the earth is troubled, and the mountains are removed into the depths of the seas. | 3 |
|
4 |
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. | | Their waters have roared and been troubled, the mountains have been troubled by his might. Pause. | 4 |
|
5 |
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. | | The flowings of the river gladden the city of God: the Most High has sanctified his tabernacle. | 5 |
|
6 |
ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί. | | God is in the midst of her ; she shall not be moved: God shall help her with his countenance. | 6 |
|
7 |
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. | | The nations were troubled, the kingdoms tottered: he uttered his voice, the earth shook. | 7 |
|
8 |
κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. διάψαλμα. | | The Lord of hosts is with us ; the God of Jacob is our helper. Pause. | 8 |
|
9 |
δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. | | Come, and behold the works of the Lord, what wonders he has achieved on the earth. | 9 |
|
10 |
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. | | Putting an end to wars as for the ends of the earth ; he will crush the bow, and break in pieces the weapon, and burn the bucklers with fire. | 10 |
|
11 |
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. | | Be still, and know that I am God: I will be exalted among the nations, I will be exalted in the earth. | 11 |
|
12 |
κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. | | The Lord of hosts is with us ; the God of Jacob is our helper. | 12 |
 | |  |