 |
ΨΑΛΜΟΙ 39 | | PSAUMES 39 |
 |
|
1 |
Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. | | For the end, a Psalm of David. | 1 |
|
2 |
Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου | | I waited patiently for the Lord ; and he attended to me, and hearkened to my supplication. | 2 |
|
3 |
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου | | And he brought me up out of a pit of misery, and from miry clay: and he set my feet on a rock, and ordered my goings aright. | 3 |
|
4 |
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. | | And he put a new song into my mouth, even a hymn to our God: many shall see it, and fear, and shall hope in the Lord. | 4 |
|
5 |
μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. | | Blessed is the man whose hope is in the name of the Lord, and who has not regarded vanities and false frenzies. | 5 |
|
6 |
πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. | | O Lord my God, thou hast multiplied thy wonderful works, and in thy thoughts there is none who shall be likened to thee: I declared and spoke of them: they exceeded number. | 6 |
|
7 |
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. | | Sacrifice and offering thou wouldest not ; but a body hast thou prepared me: whole-burnt-offering and sacrifice for sin thou didst not require. | 7 |
|
8 |
τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· | | Then I said, Behold, I come: in the volume of the book it is written concerning me, | 8 |
|
9 |
τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. | | I desired to do thy will, O my God, and thy law in the midst of mine heart. | 9 |
|
10 |
εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως. | | I have preached righteousness in the great congregation ; lo ! I will not refrain my lips ; O Lord, thou knowest my righteousness. | 10 |
|
11 |
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συν αγωγῆς πολλῆς. | | I have not hid thy truth within my heart, and I have declared thy salvation ; I have not hid thy mercy and thy truth from the great congregation. | 11 |
|
12 |
σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. | | But thou, Lord, remove not thy compassion far from me ; thy mercy and thy truth have helped me continually. | 12 |
|
13 |
ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με. | | For innumerable evils have encompassed me ; my transgressions have taken hold of me, and I could not see ; they are multiplied more than the hairs of my head ; and my heart has failed me. | 13 |
|
14 |
εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. | | Be pleased, O Lord, to deliver me ; O Lord, draw nigh to help me. | 14 |
|
15 |
καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά, | | Let those that seek my soul, to destroy it, be ashamed and confounded together ; let those that wish me evil be turned backward and put to shame. | 15 |
|
16 |
κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε. | | Let those that say to me, Aha, aha, quickly receive shame for their reward. | 16 |
|
17 |
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦν τές σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου. | | Let all those that seek thee, O Lord, exult and rejoice in thee ; and let them that love thy salvation say continually, The Lord be magnified. | 17 |
|
18 |
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. | | But I am poor and needy ; the Lord will take care of me ; thou art my helper, and my defender, O my God, delay not. | 18 |
 | |  |