 |
ΨΑΛΜΟΙ 131 | | PSAUMES 131 |
 |
|
1 |
Ὠιδὴ τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ, | | A Song of Degrees. Lord, remember David, and all his meekness: | 1 |
|
2 |
ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ | | how he sware to the Lord, and vowed to the God of Jacob, saying, | 2 |
|
3 |
Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, | | I will not go into the tabernacle of my house ; I will not go up to the couch of my bed ; | 3 |
|
4 |
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, | | I will not give sleep to mine eyes, nor slumber to mine eyelids, nor rest to my temples, | 4 |
|
5 |
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ. | | until I find a place for the Lord, a tabernacle for the God of Jacob. | 5 |
|
6 |
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· | | Behold, we heard of it in Ephratha ; we found it in the fields of the wood. | 6 |
|
7 |
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. | | Let us enter into his tabernacles: let us worship at the place where his feet stood. | 7 |
|
8 |
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· | | Arise, O Lord, into thy rest ; thou, and the ark of thine holiness. | 8 |
|
9 |
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. | | Thy priests shall clothe themselves with righteousness ; and thy saints shall exult. | 9 |
|
10 |
ἕνεκεν Δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. | | For the sake of thy servant David turn not away the face of thine anointed. | 10 |
|
11 |
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου· | | The Lord sware in truth to David, and he will not annul it, saying, Of the fruit of thy body will I set a king upon thy throne. | 11 |
|
12 |
ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρό νου σου. | | If thy children will deep my covenant, and these my testimonies which I shall teach them, their children also shall sit upon thy throne for ever. | 12 |
|
13 |
ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ | | For the Lord has elected Sion, he has chosen her for a habitation for himself, saying, | 13 |
|
14 |
Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· | | This is my rest for ever: here will I dwell ; for I have chosen it. | 14 |
|
15 |
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, | | I will surely bless her provision: I will satisfy her poor with bread. | 15 |
|
16 |
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· | | I will clothe her priests with salvation ; and her saints shall greatly exult. | 16 |
|
17 |
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· | | There will I cause to spring up a horn to David: I have prepared a lamp for mine anointed. | 17 |
|
18 |
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. | | His enemies will I clothe with a shame ; but upon himself shall my holiness flourish. | 18 |
 | |  |