 |
ΨΑΛΜΟΙ 109 | | PSAUMES 109 |
 |
|
1 |
Τῷ Δαυιδ ψαλμός. Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | | A Psalm of David. The Lord said to my Lord, Sit thou on my right hand, until I make thine enemies thy footstool. | 1 |
|
2 |
ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιων, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. | | The Lord shall send out a rod of power for thee out of Sion: rule thou in the midst of thine enemies. | 2 |
|
3 |
μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. | | With thee is dominion in the day of thy power, in the splendours of thy saints: I have begotten thee from the womb before the morning. | 3 |
|
4 |
ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεκ. | | The Lord sware, and will not repent, Thou art a priest for ever, after the order of Melchisedec. | 4 |
|
5 |
κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς· | | The Lord at thy right hand has dashed in pieces kings in the day of his wrath. | 5 |
|
6 |
κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. | | He shall judge among the nations, he shall fill up the number of corpses, he shall crush the heads of many on the earth. | 6 |
|
7 |
ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. | | He shall drink of the brook in the way ; therefore shall he lift up the head. | 7 |
 | |  |