Livre Chapitre
Genèse
Exode
Lévitique
Nombres
Deutéronome
Josué
Juges
Ruth
1 Rois
2 Rois
3 Rois
4 Rois
1 Chroniques
2 Chroniques
1 Esdras
2 Esdras
Esther
Judith
Tobie
1 Maccabées
2 Maccabées
3 Maccabées
4 Maccabées
Psaumes
Proverbes
Ecclésiaste
Cantique
Job
Sagesse
Siracide
Odes de
Salomon

Osée
Amos
Michée
Joël
Abdias
Jonas
Nahum
Habakuk
Sophonie
Aggée
Zacharie
Malachie
Esaïe
Jérémie
Baruch
Lamentations
Lettre de Jérémie
Ezéchiel
Suzanne
Daniel
Bel
 1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
ΙΟΥΔΙΘ     1JUDITH     1
1
Ἔτους δωδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευη τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Αρφαξαδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις,
In the twelfth year of the reign of Nabuchodonosor, who reigned in Nineve, the great city ; in the days of Arphaxad, which reigned over the Medes in Ecbatane,
1
2
καὶ ᾠκοδόμησεν ἐπ Ἐκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησεν τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα
And built in Ecbatane walls round about of stones hewn three cubits broad and six cubits long, and made the height of the wall seventy cubits, and the breadth thereof fifty cubits:
2
3
καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα
And set the towers thereof upon the gates of it an hundred cubits high, and the breadth thereof in the foundation threescore cubits:
3
4
καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
And he made the gates thereof, even gates that were raised to the height of seventy cubits, and the breadth of them was forty cubits, for the going forth of his mighty armies, and for the setting in array of his footmen:
4
5
καὶ ἐποίησεν πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονοσορ πρὸς βασιλέα Αρφαξαδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν πεδίον ἐν τοῖς ὁρίοις Ραγαυ.
Even in those days king Nabuchodonosor made war with king Arphaxad in the great plain, which is the plain in the borders of Ragau.
5
6
καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Ὑδάσπην καὶ πεδία Αριωχ βασιλέως Ἐλυμαίων, καὶ συνῆλθον ἔθνη πολλὰ εἰς παράταξιν υἱῶν Χελεουδ.
And there came unto him all they that dwelt in the hill country, and all that dwelt by Euphrates, and Tigris and Hydaspes, and the plain of Arioch the king of the Elymeans, and very many nations of the sons of Chelod, assembled themselves to the battle.
6
7
καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον τῆς παραλίας
Then Nabuchodonosor king of the Assyrians sent unto all that dwelt in Persia, and to all that dwelt westward, and to those that dwelt in Cilicia, and Damascus, and Libanus, and Antilibanus, and to all that dwelt upon the sea coast,
7
8
καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλααδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Εσδρηλων
And to those among the nations that were of Carmel, and Galaad, and the higher Galilee, and the great plain of Esdrelom,
8
9
καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνας καὶ Ραμεσση καὶ πᾶσαν γῆν Γεσεμ
And to all that were in Samaria and the cities thereof, and beyond Jordan unto Jerusalem, and Betane, and Chelus, and Kades, and the river of Egypt, and Taphnes, and Ramesse, and all the land of Gesem,
9
10
ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
Until ye come beyond Tanis and Memphis, and to all the inhabitants of Egypt, until ye come to the borders of Ethiopia.
10
11
καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν.
But all the inhabitants of the land made light of the commandment of Nabuchodonosor king of the Assyrians, neither went they with him to the battle ; for they were not afraid of him: yea, he was before them as one man, and they sent away his ambassadors from them without effect, and with disgrace.
11
12
καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωαβ καὶ τοὺς υἱοὺς Αμμων καὶ πᾶσαν τὴν Ιουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
Therefore Nabuchodonosor was very angry with all this country, and sware by his throne and kingdom, that he would surely be avenged upon all those coasts of Cilicia, and Damascus, and Syria, and that he would slay with the sword all the inhabitants of the land of Moab, and the children of Ammon, and all Judea, and all that were in Egypt, till ye come to the borders of the two seas.
12
13
καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Αρφαξαδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Αρφαξαδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ
Then he marched in battle array with his power against king Arphaxad in the seventeenth year, and he prevailed in his battle: for he overthrew all the power of Arphaxad, and all his horsemen, and all his chariots,
13
14
καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς
And became lord of his cities, and came unto Ecbatane, and took the towers, and spoiled the streets thereof, and turned the beauty thereof into shame.
14
15
καὶ ἔλαβε τὸν Αρφαξαδ ἐν τοῖς ὄρεσι Ραγαυ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
He took also Arphaxad in the mountains of Ragau, and smote him through with his darts, and destroyed him utterly that day.
15
16
καὶ ἀνέστρεψεν μετ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα, καὶ ἦν ἐκεῖ ῥᾳθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ ἡμέρας ἑκατὸν εἴκοσι.
So he returned afterward to Nineve, both he and all his company of sundry nations being a very great multitude of men of war, and there he took his ease, and banqueted, both he and his army, an hundred and twenty days.
16