Livre Chapitre
Genèse
Exode
Lévitique
Nombres
Deutéronome
Josué
Juges
Ruth
1 Rois
2 Rois
3 Rois
4 Rois
1 Chroniques
2 Chroniques
1 Esdras
2 Esdras
Esther
Judith
Tobie
1 Maccabées
2 Maccabées
3 Maccabées
4 Maccabées
Psaumes
Proverbes
Ecclésiaste
Cantique
Job
Sagesse
Siracide
Odes de
Salomon

Osée
Amos
Michée
Joël
Abdias
Jonas
Nahum
Habakuk
Sophonie
Aggée
Zacharie
Malachie
Esaïe
Jérémie
Baruch
Lamentations
Lettre de Jérémie
Ezéchiel
Suzanne
Daniel
Bel
 1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ     30DEUTERONOME     30
1
Καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ,
And it shall come to pass when all these things shall have come upon thee, the blessing and the curse, which I have set before thy face, and thou shalt call them to mind among all the nations, wherein the Lord shall have scattered thee,
1
2
καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
and shalt return to the Lord thy God, and shalt hearken to his voice, according to all things which I charge thee this day, with all thy heart, and with all thy soul ;
2
3
καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ.
then the Lord shall heal thine iniquities, and shall pity thee, and shall again gather thee out from all the nations, among which the Lord has scattered thee.
3
4
ἐὰν ᾖ ἡ διασπορά σου ἀπ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σε κύριος ὁ θεός σου·
If thy dispersion be from one end of heaven to the other, thence will the Lord thy God gather thee, and thence will the Lord thy God take thee.
4
5
καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου.
And the Lord thy God shall bring thee in from thence into the land which thy fathers have inherited, and thou shalt inherit it ; and he will do thee good, and multiply thee above thy fathers.
5
6
καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.
And the Lord shall purge thy heart, and the heart of thy seed, to love the Lord thy God with all thy heart, and with all thy soul, that thou mayest live.
6
7
καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.
And the Lord thy God will put these curses upon thine enemies, and upon those that hate thee, who have persecuted thee.
7
8
καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον,
And thou shalt return and hearken to the voice of the Lord thy God, and shall keep his commands, all that I charge thee this day.
8
9
καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου,
And the Lord thy God shall bless thee in every work of thine hands, in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, because the Lord thy God will again rejoice over thee for good, as he rejoiced over thy fathers:
9
10
ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.
if thou wilt hearken to the voice of the Lord thy God, to keep his commandments, and his ordinances, and his judgments written in the book of this law, if thou turn to the Lord thy God with all thine heart, and with all thy soul.
10
11
Ὅτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ.
For this command which I give thee this day is not grievous, neither is it far from thee.
11
12
οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν; καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν.
It is not in heaven above, as if there were one saying, Who shall go up for us into heaven, and shall take it for us, and we will hear and do it ?
12
13
οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν; καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν.
Neither is it beyond the sea, saying, Who will go over for us to the other side of the sea, and take it for us, and make it audible to us, and we will do it ?
13
14
ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν.
The word is very near thee, in thy mouth, and in thine heart, and in thine hands to do it.
14
15
Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν.
Behold, I have set before thee this day life and death, good and evil.
15
16
ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
If thou wilt hearken to the commands of the Lord thy God, which I command thee this day, to love the Lord thy God, to walk in all his ways, and to keep his ordinances, and his judgments ; then ye shall live, and shall be many in number, and the Lord thy God shall bless thee in all the land into which thou goest to inherit it.
16
17
καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς,
But if thy heart change, and thou wilt not hearken, and thou shalt go astray and worship other gods, and serve them,
17
18
ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
I declare to you this day, that ye shall utterly perish, and ye shall by no means live long upon the land, into which ye go over Jordan to inherit it.
18
19
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν Τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωήν, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου,
I call both heaven and earth to witness this day against you, I have set before you life and death, the blessing and the curse: choose thou life, that thou and thy seed may live ;
19
20
ἀγαπᾶν κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς.
to love the Lord thy God, to hearken to his voice, and cleave to him ; for this is thy life, and the length of thy days, that thou shouldest dwell upon the land, which the Lord sware to thy fathers, Abraam, and Isaac, and Jacob, to give to them.
20