Livre Chapitre
Genèse
Exode
Lévitique
Nombres
Deutéronome
Josué
Juges
Ruth
1 Rois
2 Rois
3 Rois
4 Rois
1 Chroniques
2 Chroniques
1 Esdras
2 Esdras
Esther
Judith
Tobie
1 Maccabées
2 Maccabées
3 Maccabées
4 Maccabées
Psaumes
Proverbes
Ecclésiaste
Cantique
Job
Sagesse
Siracide
Odes de
Salomon

Osée
Amos
Michée
Joël
Abdias
Jonas
Nahum
Habakuk
Sophonie
Aggée
Zacharie
Malachie
Esaïe
Jérémie
Baruch
Lamentations
Lettre de Jérémie
Ezéchiel
Suzanne
Daniel
Bel
 1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ     28DEUTERONOME     28
1
Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,
And it shall come to pass, if thou wilt indeed hear the voice of the Lord thy God, to observe and do all these commands, which I charge thee this day, that the Lord thy God shall set thee on high above all the nations of the earth ;
1
2
καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου.
and all these blessings shall come upon thee, and shall find thee. If thou wilt indeed hear the voice of the Lord thy God,
2
3
εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·
blessed shalt thou be in the city, and blessed shalt thou be in the field.
3
4
εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
Blessed shall be the offspring of thy body, and the fruits of thy land, and the herds of thy oxen, and the flocks of thy sheep.
4
5
εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
Blessed shall be thy barns, and thy stores.
5
6
εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
Blessed shalt thou be in thy coming in, and blessed shalt thou be in thy going out.
6
7
παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
The Lord deliver thine enemies that withstand thee utterly broken before thy face: they shall come out against thee one way, and they shall flee seven ways from before thee.
7
8
ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.
The Lord send upon thee his blessing in thy barns, and on all on which thou shalt put thine hand, in the land which the Lord thy God gives thee.
8
9
ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ·
The Lord raise thee up for himself a holy people, as he sware to thy fathers ; if thou wilt hear the voice of the Lord thy God, and walk in all his ways.
9
10
καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
And all the nations of the earth shall see thee, that the name of the Lord is called upon thee, and they shall stand in awe of thee.
10
11
καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι.
And the Lord thy God shall multiply thee for good in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, on thy land which the Lord sware to thy fathers to give to thee.
11
12
ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
May the Lord open to thee his good treasure, the heaven, to give rain to thy land in season: may he bless all the works of thy hands: so shalt thou lend to many nations, but thou shalt not borrow ; and thou shalt rule over many nations, but they shall not rule over thee.
12
13
καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν·
The Lord thy God make thee the head, and not the tail ; and thou shalt then be above and thou shalt not be below, if thou wilt hearken to the voice of the Lord thy God, in all things that I charge thee this day to observe.
13
14
οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
Thou shalt not turn aside from any of the commandments, which I charge thee this day, to the right hand or to the left, to go after other gods to serve them.
14
15
Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε.
But it shall come to pass, if thou wilt not hearken to the voice of the Lord thy God, to observe all his commandments, as many as I charge thee this day, then all these curses shall come on thee, and overtake thee.
15
16
ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·
Cursed shalt thou be in the city, and cursed shalt thou be in the field.
16
17
ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
Cursed shall be thy barns and thy stores.
17
18
ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
Cursed shall be the offspring of thy body, and the fruits of thy land, the herds of thine oxen, and the flocks of thy sheep.
18
19
ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε.
Cursed shalt thou be in thy coming in, and cursed shalt thou be in thy going out.
19
20
ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ὅσα ἐὰν ποιήσῃς, ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.
The Lord send upon thee want, and famine, and consumption of all things on which thou shalt put thy hand, until he shall have utterly destroyed thee, and until he shall have consumed thee quickly because of thine evil devices, because thou hast forsaken me.
20
21
προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς, εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
The Lord cause the pestilence to cleave to thee, until he shall have consumed thee off the land into which thou goest to inherit it.
21
22
πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ φόνῳ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσίν σε.
The Lord smite thee with distress, and fever, and cold, and inflammation, and blighting, and paleness, and they shall pursue thee until they have destroyed thee.
22
23
καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.
And thou shalt have over thine head a sky of brass, and the earth under thee shall be iron.
23
24
δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε.
The Lord thy God make the rain of thy land dust ; and dust shall come down from heaven, until it shall have destroyed thee, and until it shall have quickly consumed thee.
24
25
δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς.
The Lord give thee up for slaughter before thine enemies: thou shalt go out against them one way, and flee from their face seven ways ; and thou shalt be a dispersion in all the kingdoms of the earth.
25
26
καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.
And your dead men shall be food to the birds of the sky, and to the beasts of the earth ; and there shall be none to scare them away.
26
27
πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.
The Lord smite thee with the botch of Egypt in the seat, and with a malignant scab, and itch, so that thou canst not be healed.
27
28
πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,
The Lord smite thee with insanity, and blindness, and astonishment of mind.
28
29
καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.
And thou shalt grope at mid-day, as a blind man would grope in the darkness, and thou shalt not prosper in thy ways ; and then thou shalt be unjustly treated, and plundered continually, and there shall be no helper.
29
30
γυναῖκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν·
thou shalt take a wife, and another man shall have her ; thou shalt build a house, and thou shalt not dwell in it ; thou shalt plant a vineyard, and shalt not gather the grapes of it.
30
31
ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν·
Thy calf shall be slain before thee, and thou shalt not eat of it ; thine ass shall be violently taken away from thee, and shall not be restored to thee: thy sheep shall be given to thine enemies, and thou shalt have no helper.
31
32
οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, καὶ οὐκ ἰσχύσει ἡ χείρ σου·
Thy sons and thy daughters shall be given to another nation, and thine eyes wasting away shall look for them: thine hand shall have no strength.
32
33
τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας·
A nation which thou knowest not shall eat the produce of thy land, and all thy labours ; and thou shalt be injured and crushed always.
33
34
καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.
And thou shalt be distracted, because of the sights of thine eyes which thou shalt see.
34
35
πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.
The Lord smite thee with an evil sore, on the knees and the legs, so that thou shalt not be able to be healed from the sole of thy foot to the crown of thy head.
35
36
ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν, εἰς ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.
The Lord carry away thee and thy princes, whom thou shalt set over thee, to a nation which neither thou nor thy fathers know ; and thou shalt there serve other gods, wood and stone.
36
37
καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ.
An thou shalt be there for a wonder, and a parable, and a tale, among all the nations, to which the Lord thy God shall carry thee away.
37
38
σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς.
Thou shalt carry forth much seed into the field, and thou shalt bring in little, because the locust shall devour it.
38
39
ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ.
Thou shalt plant a vineyard, and dress it, and shalt not drink the wine, neither shalt thou delight thyself with it, because the worm shall devour it.
39
40
ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.
Thou shalt have olive trees in all thy borders, and thou shalt not anoint thee with oil, because thine olive shall utterly cast its fruit.
40
41
υἱοὺς καὶ θυγατέρας γεννήσεις, καὶ οὐκ ἔσονταί σοι· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
Thou shalt beget sons and daughters, and they shall not be thine, for they shall depart into captivity.
41
42
πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρυσίβη.
All thy trees and the fruits of thy land shall the blight consume.
42
43
ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω·
The stranger that is within thee shall get up very high, and thou shalt come down very low.
43
44
οὗτος δανιεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανιεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά.
He shall lend to thee, and thou shalt not lend to him: he shall be the head, and thou shalt be the tail.
44
45
καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε, ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐνετείλατό σοι.
And all these curses shall come upon thee, and shall pursue thee, and shall overtake thee, until he shall have consumed thee, and until he shall have destroyed thee ; because thou didst not hearken to the voice of the Lord thy God, to keep his commands, and his ordinances which he has commanded thee.
45
46
καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,
And these things shall be signs in thee, and wonders among thy seed for ever ;
46
47
ἀνθ ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων.
because thou didst not serve the Lord thy God with gladness and a good heart, because of the abundance of all things.
47
48
καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολεθρεύσῃ σε.
And thou shalt serve thine enemies, which the Lord will send forth against thee, in hunger, and in thirst, and in nakedness, and in the want of all things ; and thou shalt wear upon thy neck a yoke of iron until he shall have destroyed thee.
48
49
ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος, ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,
The Lord shall bring upon thee a nation from the extremity of the earth, like the swift flying of an eagle, a nation whose voice thou shalt not understand ;
49
50
ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει,
a nation bold in countenance, which shall not respect the person of the aged and shall not pity the young.
50
51
καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε
And it shall eat up the young of thy cattle, and the fruits of thy land, so as not to leave to thee corn, wine, oil, the herds of thine oxen, and the flocks of thy sheep, until it shall have destroyed thee ;
51
52
καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου, ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ οἷς σὺ πέποιθας ἐπ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου, αἷς ἔδωκέν σοι κύριος ὁ θεός σου.
and have utterly crushed thee in thy cities, until the high and strong walls be destroyed, in which thou trustest, in all thy land ; and it shall afflict thee in thy cities, which he has given to thee.
52
53
καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.
And thou shalt eat the fruit of thy body, the flesh of thy sons and of thy daughters, all that he has given thee, in thy straitness and thy affliction, with which thine enemy shall afflict thee.
53
54
ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ,
He that is tender and very delicate within thee shall look with an evil eye upon his brother, and the wife in his bosom, and the children that are left, which may have been left to him ;
54
55
ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου.
so as not to give to one of them of the flesh of his children, whom he shall eat, because of his having nothing left him in thy straitness, and in thy affliction, with which thine enemies shall afflict thee in all thy cities.
55
56
καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ σφόδρα, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς
And she that is tender and delicate among you, whose foot has not assayed to go upon the earth for delicacy and tenderness, shall look with an evil eye on her husband in her bosom, and her son and her daughter,
56
57
καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἂν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου.
and her offspring that comes out between her feet, and the child which she shall bear ; for she shall eat them because of the want of all things, secretly in thy straitness, and in thy affliction, with which thine enemy shall afflict thee in thy cities.
57
58
ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο, κύριον τὸν θεόν σου,
If thou wilt not hearken to do all the words of this law, which have been written in this book, to fear this glorious and wonderful name, the Lord thy God ;
58
59
καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς
then the Lord shall magnify thy plagues, and the plagues of thy seed, great and wonderful plagues, and evil and abiding diseases.
59
60
καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.
And he shall bring upon thee all the evil pain of Egypt, of which thou wast afraid, and they shall cleave to thee.
60
61
καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολεθρεύσῃ σε.
And the Lord shall bring upon thee every sickness, and every plague that is not written, and every one that is written in the book of this law, until he shall have destroyed thee.
61
62
καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.
And ye shall be left few in number, whereas ye were as the stars of the sky in multitude ; because thou didst not hearken to the voice of the Lord thy God.
62
63
καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται κύριος ἐφ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
And it shall come to pass that as the Lord rejoiced over you to do you good, and to multiply you, so the Lord will rejoice over you to destroy you ; and ye shall be quickly removed from the land, into which ye go to inherit it.
63
64
καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
And the Lord thy God shall scatter thee among all nations, from one end of the earth to the other ; and thou shalt there serve other gods, wood and stone, which thou hast not known, nor thy fathers.
64
65
ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.
Moreover among those nations he will not give thee quiet, neither by any means shall the sole of thy foot have rest ; and the Lord shall give thee there another and a misgiving heart, and failing eyes, and a wasting soul.
65
66
καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου·
And thy life shall be in suspense before thine eyes ; and thou shalt be afraid by day and by night, and thou shalt have no assurance of thy life.
66
67
τὸ πρωὶ ἐρεῖς Πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς Πῶς ἂν γένοιτο πρωί; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.
In the morning thou shalt say, Would it were evening ! and in the evening thou shalt say, Would it were morning ! for the fear of thine heart with which thou shalt fear, and for the sights of thine eyes which thou shalt see.
67
68
καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, ᾗ εἶπα Οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.
And the Lord shall bring thee back to Egypt in ships, by the way of which I said, Thou shalt not see it again ; and ye shall be sold there to your enemies for bondmen and bondwomen, and none shall buy you.
68
69
Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρηβ.
These are the words of the covenant, which the Lord commanded Moses to make with the children of Israel in the land of Moab, besides the covenant which he made with them in Choreb.
69