Livre Chapitre
Genèse
Exode
Lévitique
Nombres
Deutéronome
Josué
Juges
Ruth
1 Rois
2 Rois
3 Rois
4 Rois
1 Chroniques
2 Chroniques
1 Esdras
2 Esdras
Esther
Judith
Tobie
1 Maccabées
2 Maccabées
3 Maccabées
4 Maccabées
Psaumes
Proverbes
Ecclésiaste
Cantique
Job
Sagesse
Siracide
Odes de
Salomon

Osée
Amos
Michée
Joël
Abdias
Jonas
Nahum
Habakuk
Sophonie
Aggée
Zacharie
Malachie
Esaïe
Jérémie
Baruch
Lamentations
Lettre de Jérémie
Ezéchiel
Suzanne
Daniel
Bel
 1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ     10DEUTERONOME     10
1
Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρός με Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·
At that time the Lord said to me, Hew for thyself two stone tables as the first, and come up to me into the mountain, and thou shalt make for thyself an ark of wood.
1
2
καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα, ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν.
And thou shalt write upon the tables the words which were on the first tables which thou didst break, and thou shalt put them into the ark.
2
3
καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου.
So I made an ark of boards of incorruptible wood, and I hewed tables of stone like the first, and I went up to the mountain, and the two tables were in my hand.
3
4
καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί.
And he wrote upon the tables according to the first writing the ten commandments, which the Lord spoke to you in the mountain out of the midst of the fire, and the Lord gave them to me.
4
5
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι κύριος. –
And I turned and came down from the mountain, and I put the tables into the ark which I had made ; and there they were, as the Lord commanded me.
5
6
καὶ οἱ υἱοὶ Ισραηλ ἀπῆραν ἐκ Βηρωθ υἱῶν Ιακιμ Μισαδαι· ἐκεῖ ἀπέθανεν Ααρων καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ελεαζαρ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
And the children of Israel departed from Beeroth of the sons of Jakim to Misadai: there Aaron died, and there he was buried, and Eleazar his son was priest in his stead.
6
7
ἐκεῖθεν ἀπῆραν εἰς Γαδγαδ καὶ ἀπὸ Γαδγαδ εἰς Ετεβαθα, γῆ χείμαρροι ὑδάτων.
Thence they departed to Gadgad ; and from Gadgad to Etebatha, a land wherein are torrents of water.
7
8
ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν κύριος τὴν φυλὴν τὴν Λευι αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
At that time the Lord separated the tribe of Levi, to bear the ark of the covenant of the Lord, to stand near before the Lord, to minister and bless in his name to this day.
8
9
διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθὰ εἶπεν αὐτῷ.
Therefore the Levites have no part nor inheritance among their brethren ; the Lord himself is their inheritance, as he said to them.
9
10
κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς.
And I remained in the mount forty days and forty nights: and the Lord heard me at that time also, and the Lord would not destroy you.
10
11
καὶ εἶπεν κύριος πρός με Βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
And the Lord said to me, Go, set out before this people, and let them go in and inherit the land, which I sware to their fathers to give to them.
11
12
Καὶ νῦν, Ισραηλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ ἀλλ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
And now, Israel, what does the Lord thy God require of thee, but to fear the Lord thy God, and to walk in all his ways, and to love him, and to serve the Lord thy God with all thy heart, and with all thy soul ;
12
13
φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;
to keep the commandments of the Lord thy God, and his ordinances, all that I charge thee to-day, that it may be well with thee ?
13
14
ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ·
Behold, the heaven and the heaven of heavens belong to the Lord thy God, the earth and all things that are in it.
14
15
πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾶν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην.
Only the Lord chose your fathers to love them, and he chose out their seed after them, even you, beyond all nations, as at this day.
15
16
καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι.
Therefore ye shall circumcise the hardness of your heart, and ye shall not harden your neck.
16
17
ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν, οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ οὐ μὴ λάβῃ δῶρον,
For the Lord your God, he is God of gods, and the Lord of lords, the great, and strong, and terrible God, who does not accept persons, nor will he by any means accept a bribe:
17
18
ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.
executing judgment for the stranger and orphan and widow, and he loves the stranger to give him food and raiment.
18
19
καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.
And ye shall love the stranger ; for ye were strangers in the land of Egypt.
19
20
κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·
Thou shalt fear the Lord thy God, and serve him, and shalt cleave to him, and shalt swear by his name.
20
21
οὗτος καύχημά σου καὶ οὗτος θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου.
He is thy boast, and he is thy God, who has wrought in the midst of thee these great and glorious things, which thine eyes have seen.
21
22
ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.
With seventy souls your fathers went down into Egypt ; but the Lord thy God has made thee as the stars of heaven in multitude.
22