Livre Chapitre
Genèse
Exode
Lévitique
Nombres
Deutéronome
Josué
Juges
Ruth
1 Rois
2 Rois
3 Rois
4 Rois
1 Chroniques
2 Chroniques
1 Esdras
2 Esdras
Esther
Judith
Tobie
1 Maccabées
2 Maccabées
3 Maccabées
4 Maccabées
Psaumes
Proverbes
Ecclésiaste
Cantique
Job
Sagesse
Siracide
Odes de
Salomon

Osée
Amos
Michée
Joël
Abdias
Jonas
Nahum
Habakuk
Sophonie
Aggée
Zacharie
Malachie
Esaïe
Jérémie
Baruch
Lamentations
Lettre de Jérémie
Ezéchiel
Suzanne
Daniel
Bel
 1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β     282 CHRONIQUES     28
1
Υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
Achaz was five and twenty years old when he began to reign, and he reigned sixteen years in Jerusalem: and he did not that which was right in the sight of the Lord, as David his father.
1
2
καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
But he walked in the ways of the kings of Israel, for he made graven images.
2
3
καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ,
And he sacrificed to their idols in the valley of Benennom, and passed his children through the fire, according to the abominations of the heathen, whom the Lord cast out from before the children of Israel.
3
4
καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
And he burnt incense upon the high places, and upon the roofs, and under every shady tree.
4
5
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
And the Lord his God delivered him into the hand of the king of Syria ; and he smote him, and took captive of them a great band of prisoners, and carried him to Damascus. Also God delivered him into the hands of the king of Israel, who smote him with a great slaughter.
5
6
καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν.
And Phakee the son of Romelias king of Israel, slew in Juda in one day a hundred and twenty thousand mighty men ; because they had forsaken the Lord God of their fathers.
6
7
καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως.
And Zechri, a mighty man of Ephraim, slew Maasias the king's son, and Ezrican the chief of his house, and Elcana the king's deputy.
7
8
καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας, υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. –
And the children of Israel took captive of their brethren three hundred thousand, women, and sons, and daughters, and they spoiled them of much property, and brought the spoils to Samaria.
8
9
καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ωδηδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.
And there was there a prophet of the Lord, his name was Oded: and he went out to meet the host that were coming to Samaria, and said to them, Behold, the wrath of the Lord God of your fathers is upon Juda, and he has delivered them into your hands, and ye have slain them in wrath, and it has reached even to heaven.
9
10
καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν;
And now ye talk of keeping the children of Juda and Jerusalem for servants and handmaidens. Lo, am I not with you to testify for the Lord your God ?
10
11
καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ ὑμῖν.
And now hearken to me, and restore the prisoners of your brethren whom ye have taken: for the fierce anger of the Lord is upon you.
11
12
καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ, Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
And the chiefs of the sons of Ephraim rose up, Udias the son of Joanas, and Barachias the son of Mosolamoth, and Ezekias the son of Sellem, and Amasias the son of Eldai, against those that came from the war,
12
13
καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ.
and said to them, Ye shall not bring in hither the prisoners to us, for whereas sin against the Lord is upon us, ye mean to add to our sins, and to our trespass: for our sin is great, and the fierce anger of the Lord is upon Israel.
13
14
καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.
So the warriors left the prisoners and the spoils before the princes and all the congregation.
14
15
καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
And the men who were called by name rose up, and took hold of the prisoners, and clothed all the naked from the spoils, and gave them garments and shoes, and gave them food to eat, and oil to anoint themselves with, and they helped also every one that was weak with asses, and placed them in Jericho, the city of palm-trees, with their brethren ; and they returned to Samaria.
15
16
Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ
At that time king Achaz sent to the king of Assyria to help him, and on this occasion,
16
17
καὶ ἐν τούτῳ, ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
because the Idumeans had attacked him, and smitten Juda, and taken a number of prisoners.
17
18
καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ.
Also the Philistines had made an attack on the cities of the plain country, and the cities of the south of Juda, and taken Baethsamys, and the things in the house of the Lord, and the things in the house of the king, and of the princes: and they gave to the king Aelon, and Galero, and Socho and her villages, and Thamna and her villages, and Gamzo and her villages: and they dwelt there.
18
19
ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι Αχαζ βασιλέα Ιουδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου.
For the Lord humbled Juda because of Achaz king of Juda, because he grievously departed from the Lord.
19
20
καὶ ἦλθεν ἐπ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν.
And there came against him Thalgaphellasar king of Assyria, and he afflicted him.
20
21
καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ.
And Achaz took the things that were in the house of the Lord, and the things in the house of the king, and of the princes, and gave them to the king of Assyria: but he was no help to him,
21
22
ἀλλ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν ὁ βασιλεύς
but only troubled him in his affliction: and he departed yet more from the Lord, and king Achaz said,
22
23
Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήμψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ.
I will seek after the gods of Damascus that smite me. And he said, Forasmuch as the gods of the king of Syria themselves strengthen them, therefore will I sacrifice to them, and they will help me. But they became a stumbling-block to him, and to all Israel.
23
24
καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ·
And Achaz removed the vessels of the house of the Lord, and cut them in pieces, and shut the doors of the house of the Lord, and made to himself altars in every corner in Jerusalem:
24
25
καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν.
and in each several city in Juda he made high places to burn incense to strange gods: and they provoked the Lord God of their fathers.
25
26
καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
And the rest of his acts, and his deeds, the first and the last, behold, they are written in the book of the kings of Juda and Israel.
26
27
καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ· καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
And Achaz slept with his fathers, and was buried in the city of David ; for they did not bring him into the sepulchres of the kings of Israel: and Ezekias his son reigned in his stead.
27